Sorry for being off-topic.
But I was really curious about lyrics. This song seems like a hymn to Greek Gods. Can any Greek brother/sister tell me the lyrics. I don't know if these are blasphemous or just praising the Gods. When I put them in translate, the translate service didn't detect the words or something like that, they were still in Greek. Thanks in advance.
Song link: https://www.youtube.com/watch?v=iVoxVOOEf0A
Lyrics:
28
Παλλάδ' Ἀθηναίην κυδρὴν θεὸν ἄρχομ' ἀείδειν
γλαυκῶπιν πολύμητιν ἀμείλιχον ἦτορ ἔχουσαν
παρθένον αἰδοίην ἐρυσίπτολιν ἀλκήεσσαν
Τριτογενῆ, τὴν αὐτὸς ἐγείνατο μητίετα Ζεὺς
5 σεμνῆς ἐκ κεφαλῆς, πολεμήϊα τεύχε' ἔχουσαν
χρύσεα παμφανόωντα· σέβας δ' ἔχε πάντας ὁρῶντας
ἀθανάτους· ἡ δὲ πρόσθεν Διὸς αἰγιόχοιο
ἐσσυμένως ὤρουσεν ἀπ' ἀθανάτοιο καρήνου
σείσασ' ὀξὺν ἄκοντα· μέγας δ' ἐλελίζετ' Ὄλυμπος
10 δεινὸν ὑπὸ βρίμης γλαυκώπιδος, ἀμφὶ δὲ γαῖα
σμερδαλέον ἰάχησεν, ἐκινήθη δ' ἄρα πόντος
κύμασι πορφυρέοισι κυκώμενος, ἔσχετο δ' ἅλμη
ἐξαπίνης· στῆσεν δ' Ὑπερίονος ἀγλαὸς υἱὸς
ἵππους ὠκύποδας δηρὸν χρόνον εἰσότε κούρη
15 εἵλετ' ἀπ' ἀθανάτων ὤμων θεοείκελα τεύχη
Παλλὰς Ἀθηναίη· γήθησε δὲ μητίετα Ζεύς.
Καὶ σὺ μὲν οὕτω χαῖρε Διὸς τέκος αἰγιόχοιο·
αὐτὰρ ἐγὼ καὶ σεῖο καὶ ἄλλης μνήσομ' ἀοιδῆς.
11
Παλλάδ' Ἀθηναίην ἐρυσίπτολιν ἄρχομ' ἀείδειν
δεινήν, ᾗ σὺν Ἄρηϊ μέλει πολεμήϊα ἔργα
περθόμεναί τε πόληες ἀϋτή τε πτόλεμοί τε,
καί τ' ἐρρύσατο λαὸν ἰόντα τε νισόμενόν τε.
5 Χαῖρε θεά, δὸς δ' ἄμμι τύχην εὐδαιμονίην τε.